- 텍스트

Plutarch, De faciae quae in orbe lunae apparet, section 16 2:

(플루타르코스, De faciae quae in orbe lunae apparet, section 16 2:)

"ἀλλὰ τἄλλα , μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν.? ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκεῖνο τοῦ σώματος ἀλλ ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε: "πάσχει δέ τι καὶ τὸ μιγνύμενον: "ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀναπιμπλάμενον. "αὐτῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ιὤνα μέλας οὐ πεπαίνεται βότρυς, εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος, εἰ πάθους ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν· "ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον: "ὡς δ ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον, δέδια μὴ ἄμορφος καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι κατὰ Παρμενίδην αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο ὁ μὲν οὖν ἑταῖρος ἐν, τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνὺς ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν εὐδοκίμησεν: "ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρ ὑμῶν: "ἢ μεθ ὑμῶν ἔμαθον, ἑκὼν δὲ πρὸς τὰ λοιπὰ βαδιοῦμαι. "φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὑέλον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν: "οὐδ αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός: "οὕτω γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος: "ἡμῖν, εἰ μὴ στέγει μηδ ἀντιφράττει τὸν ἥλιον ἀλλὰ διίησιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει· "καὶ συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδ ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ᾖ διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον: "ὥστ αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν: "αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις ἀπεσκέδασεν δὲ οἱ αὐγάς ὥσπερ φησιν Ἐμπεδοκλῆς ἐς γαῖαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης τόσσον, ὅσον τ εὖρος γλαυκώπιδος ἔπλετο μήνης, καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἑτερο τοῦ φωτὸς ἐμπεσόντος. "ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται δι αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι τὸν ἐνταῦθα φωτισμὸν ἀπ αὐτῆς· ". ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκός, ἐξάψεως καὶ μίξεως φώτων γεγενημένης. "ἀλλ οἱο῀ν αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION