호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"εἰ μὲν γὰρ οὐδ ἄλλο τι τῶν τοῦ κόσμου μερῶν παρὰ φύσιν ἔσχεν, ἀλλ ἕκαστον πέφυκε κεῖται, μηδεμιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδ ἐν ἀρχῇ δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν ἢ τίνος γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς ὁ ἀριστοτέχνας.? "οὐ γὰρ ἐν στρατοπέδῳ τακτικῶν ὄφελος, εἴπερ εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφ ἑαυτοῦ τάξιν τε καὶ χώραν κατὰ καιρόν, οὗ δεῖ, λαβεῖν καὶ διαφυλάσσειν οὐδὲ κηπουρῶν οὐδ οἰκοδόμων , εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ ἀφ αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν ἐπιρρέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβάνειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν. "εἰ δ : "οὗτος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῷ θεῷ δ ἡ τάξις τῶν ὄντων προσήκει καὶ τὸ διαιρεῖν, τί θαυμαστὸν οὕτω τετάχθαι, καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν πῦρ ἐκεῖ δ, ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ , φύσιν τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν· "ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι καθ ὃ πέφυκε, μήθ ἥλιος κυκλοφορείσθω μήτε φωσφόρος· "μηδὲ τῶν ἄλλων ἀστέρων ἄνω γὰρ οὐ κύκλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. "εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστ ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ , ὅταν δ εἰς τὸν οὐρανὸν παραγένηται, τῇ δίνῃ συμπεριστρέφεσθαι , τί θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ : "γενομένοις συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ τοῦ περιέχοντος ἐκνενικῆσθαι· "οὐ γὰρ δὴ τῶν μὲν ἐλαφρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι: "τῷ οὐρανῷ κατὰ φύσιν ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων : "οὐ δύναται κρατεῖν, ἀλλ ᾗ ποτ ἐκεῖνα δυνάμει καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기