- 텍스트

Plutarch, De faciae quae in orbe lunae apparet, section 5 1:

(플루타르코스, De faciae quae in orbe lunae apparet, section 5 1:)

"ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν:? "οὐχ οὕτω δ ὁ ἑταῖρος ἡμῶν, ἀλλ, ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν : "αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα, τυφόμενον ἀεὶ καὶ πυρίκαυστον ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. "ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἱο῀ν οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλων χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. "εἰ οὖν ἡ σελήνη πῦρ, ἐστι, πόθεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ· "ὁ γὰρ ἄνω καὶ κύκλῳ φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν: "εἰ δ ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἧλος ἀραρὼς τοῖς αὐτοῖς ἀεὶ μέρεσι καὶ συγγεγομφωμένος· "ἀραιῷ μὲν γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει: "συμπεπηγέναι δ οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήτε ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. "καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι, πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν· "ἀλλ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον. "τοῦτο δ ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις : "διωρίσθαι γὰρ οὐκ ἔδει μέλαν καὶ σκιερόν, ἀλλ ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν, ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. "καὶ γὰρ παρ ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος: "ὁ δ ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ: "πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, δι ὅλου: "τρεπόμενος ἐκφωτίζεται. "ταὐτὸν οὖν τοῦτο κεἰ τοῖς εἰς βάθη τινὰ καὶ φάραγγας συνωθοῦσιν : "ἐν τῇ σελήνῃ τὸν ἀέρα παγκάλως ἐοίκε βοηθεῖν, ὑμᾶς γε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδ ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν: "οὐ γὰρ οἱό῀ν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν, ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION