- 텍스트

Plutarch, De faciae quae in orbe lunae apparet, section 2

(플루타르코스, De faciae quae in orbe lunae apparet, section 2)

"ὁρᾷς γὰρ εὐθὺς, ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως, ὑπεικούσης τῇ λαμπρότητι δι ἀσθένειαν, ὃ καλοῦμεν:? "οὐ συνορῶν ὅτι πρὸς τὸν ἣλιον ἔδει τοῦτο γίγνεσθαι μᾶλλον, ὀξὺν ἀπαντῶντα καὶ πλήκτην ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφορὰν ἣλιος ὀξυβελὴς ἠδ ἱλάειρα σελήνη· "τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας: "ἔπειτα λόγον ἀποδιδούς, καθ ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν, , ἀλλὰ λεῖος αὐταῖς· "ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν: "ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον. "ἡ δ ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον: "οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλ οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε πᾶσα μὲν ἣδε πέριξ πυρὶ λάμπεται ἐν δ ἄρα μέσσῃ γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης ὄμμα καὶ ὑγρὰ μέτωπα: "τὰ δὲ ῥέθει ἄντα ἐοίκεν: "ὄντως γὰρ ὑποδύεται περιιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ, καὶ πιέζει πάλιν ὑπ αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται δι ἀλλήλων: "ὥστε γραφικὴν τὴν διατύπωσιν εἶναι τοῦ σχήματος: "τοῦτο δὲ καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION