호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀλίγους ἂν εὑρ´οις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δ ἐξ Ἀθηνῶν.? τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἱο῀ν Εὐριπίδης· ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δ ἔφυμεν:
αἱ δ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς, ἄλλαι παρ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι, οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον ἵν οὔτ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει.
ἃ δ Ἑλλὰς Ἀσία τ ἐκτρέφει κάλλιστα γῆς, δέλεαρ ἔχοντες τήνδε συνθηρεύομεν ἀλλ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρ Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δὲ δήπου καὶ τουτὶ τοὐπιγραμμάτιον Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον.
"Ἡροδότου Θουρίου:
γὰρ εἰς Θουρίους καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε. τὸ δ ἱερὸν καὶ δαιμόνιον ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχας Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής·
Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기