호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἐοίκεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις:? καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον ἂν δ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτ ἀσχολεῖται ἄλλα τε δίζηται ἐπέων παρὰ τ οὐάτα βάλλει. καὶ τὸ οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται.
μᾶλλον δ, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, δι ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δ οὐδὲν οὐδ ἱερὸν εἴσεισι οὐδ ἔξεισι δι αὐτῶν οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδ ἀστεῖον ἀλλ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν ἐν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες. ἀεὶ δ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς κωκυτὸς ἐμπέπτωκεν: τοῦθ ἥδιστον ἀκουσμάτων αὐτοῖς.
ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων: οὐδεὶς δ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι λύπη ἐπ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δ ἡδονὴ ἐπ ἀλλοτρίοις κακοῖς: ἀμφότερα δ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται τῆς κακοηθείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기