- 텍스트

Plutarch, De curiositate, section 5

(플루타르코스, De curiositate, section 5)

τίς οὖν ἡ φυγή·? περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν. τὰ ἐν οὐρανῷ πολυπραγμόνει, τὰ ἐν γῇ, τὰ ἐν ἀέρι, τὰ ἐν θαλάττῃ. μικρῶν πέφυκας ἢ μεγάλων φιλοθεάμων· εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ κάτεισι καὶ πόθεν ἄνεισι: ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανήλωσε φῶς, πόθεν αὖθις ἐκτήσατο, πῶς ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη: χὤταν περ αὑτῆς εὐγενεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται. καὶ ταῦτ ἀπόρρητ ἐστὶ φύσεως, ἀλλ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας· πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται: διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς.

ἴσως δὲ ταῦτ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔνεστιν. ἀλλ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισίν, ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις, ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν: ἐνταῦθα γὰρ ἔνεισι πεσήματ ἀνδρῶν κἀπολακτισμοὶ βίων, φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγι οἴκων, ἐκπτώσεις ἡγεμονιῶν: ἐμπίπλασο καὶ τέρπε σαυτὸν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION