- 텍스트

Plutarch, De curiositate, section 4

(플루타르코스, De curiositate, section 4)

καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος τὼ χεῖρ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ ἐν Κλωπιδῶν, οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμ, ἐν πλουσίων οἴκοις ἐστίν, ἐν δωματίοις πενήτων, ἐν αὐλαῖς βασιλέων, ἐν θαλάμοις νεογάμων:? πάντα πράγματα ζητεῖ, τὰ ξένων, τὰ ἡγεμόνων, οὐδ ἀκινδύνως ταῦτα ζητῶν ἀλλ οἱο῀ν, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσειεν ἂν τῆς αἰσθήσεως προανελὼν τὸν αἰσθανόμενον, οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες ἀποτυφλοῦνται. "τίνος σοι τῶν ἐμῶν μεταδῶ· "ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων. τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες: εἰ δέ τι ἀπόρρητόν ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς. οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας παρασκευὴ καὶ χάριτος: φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία.

φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος: οὐ λήσεταὶ σε βροντῆσαν οὐδ ἀστράψαν ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION