- 텍스트

Plutarch, De curiositate, section 3

(플루타르코스, De curiositate, section 3)

ἀλλ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα προσιδεῖν οὐχ ὑπομένουσιν οὐδ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες.? ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ πολλάκις τροφῆς παρακειμένης εἰς γωνίαν καταδῦσα σκαλεύει ἔνθα γέ που διαφαίνεθ ἅτ ἐν κοπρίῃ μία κριθὴ παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα κακὰ πάσης οἰκίας ἐκλέγουσι. "διὰ τοῦτο συγκεκάλυπται.

καὶ σὺ δή τί λ πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον· εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο. καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα ἅ κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας: ὁ δὲ πολυπράγμων ἐπ αὐτὰ ταῦτα παραδύεται: σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδ ἂν παρακαλῇ τις ἡδέως γινόμενος θεατής:

ὧν δ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις. "ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν : καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION