호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεύτερον αἱ τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς μεγαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον:? ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν πολιτεύμασιν ἢ παρ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμήσαντας, οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν. ναυτικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον, συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπιεικῶς:
μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους.
οἱ δ ὅλως οἰόνται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλοφροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδείξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας διεξιόντες.
σφᾶς δ αὐτοὺς δι ἐκείνων ἐπαινεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기