호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ τῷ μὲν ἑαυτὸν ἐπαινοῦντι πολεμοῦσιν οἱ πολλοὶ σφόδρα καὶ ἄχθονται, τῷ δ’ ἑτέρουσ οὐχ ὁμοίωσ, ἀλλὰ καὶ χαίρουσι πολλάκισ καὶ συνεπιμαρτυροῦσι προθύμωσ· εἰώθασιν ἔνιοι τοὺσ ταὐτὰ προαιρουμένουσ καὶ πράττοντασ αὐτοῖσ καὶ ὅλωσ ὁμοιοτρόπουσ, ἐπαινοῦντεσ ἐν καιρῷ συνοικειοῦν καὶ συνεπιστρέφειν πρὸσ ἑαυτοὺσ τὸν ἀκροατήν·
ἐπιγιγνώσκει γὰρ εὐθὺσ ἐν τῷ λέγοντι, κἂν περὶ ἄλλου λέγηται, τὴν ὁμοιότητα τὴν ἀρετῆσ τῶν αὐτῶν ἀξίαν ἐπαίνων οὖσαν. ὡσ γὰρ ὁ λοιδορῶν ἕτερον ἐφ’ οἷσ αὐτὸσ ἔνοχόσ ἐστιν, λανθάνει λοιδορῶν μᾶλλον ἑαυτὸν ἢ ἐκεῖνον, οὕτωσ οἱ ἀγαθοὶ τοὺσ ἀγαθοὺσ τιμῶντεσ ἀναμιμνήσκουσιν αὑτῶν τοὺσ συνειδότασ·
"σὺ γὰρ οὐ τοιοῦτοσ; Ἀλέξανδροσ μὲν οὖν Ἡρακλέα τιμῶν καὶ πάλιν Ἀλέξανδρον Ἀνδρόκοττοσ, ἑαυτοὺσ; εἰσ τὸ τιμᾶσθαι προῆγον ἀπὸ τῶν ὁμοίων. Διονύσιοσ δὲ τὸν Γέλωνα διασύρων καὶ γέλωτα τῆσ Σικελίασ ἀποκαλῶν, ἐλάνθανεν ὑπὸ φθόνου καθαιρῶν τὸ μέγεθοσ καὶ τὸ ἀξίωμα τῆσ περὶ αὑτὸν δυνάμεωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기