- 텍스트

Plutarch, De Se Ipsum Citra Invidiam Laudando, section 16

(플루타르코스, De Se Ipsum Citra Invidiam Laudando, section 16)

οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι.? ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μ οἵ γ ἀθέριζον.

οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι.

χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. "τί δ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος·

ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους:

τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ.

"ἐμεγαληγόρει ἄλλοτε δ οὐ μεγαλήγορος ἦν.

"οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες·

"πόσας ἀντιτάττετε·

καὶ τοῦτο δ ἐοίκε συνιδεῖν Ὅμηρος: τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας: οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν.

τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος.

μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION