호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ τῆς ἀντιθέσεως, ὅταν, ἐφ ᾧ τις ἐγκαλεῖται, τούτου τοὐναντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον.? "ποῖός τις ὑμῖν δοκῶ εἶναι πολίτης, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρ ὑμῖν, διδοὺς μᾶλλον ἀδίκως ἢ λαμβάνων εἴλημμαι·
"φησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως ἢ δεινότητος·
"δ οὐκ ἂν ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόντων λόγῳ μόνον αἰσχύνειν ἐπεχείρησα·
"τί ἂν οἰέσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις. "· ὅλως ὁ περὶ τοῦ στεφάνου λόγος εὐφυέστατα ταῖς ἀντιθέσεσι καὶ λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기