호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ μᾶλλον ἠδόξησε Τάχῳ τῷ Αἰγυπτίῳ στρατηγὸν ἐπιδοὺς ἑαυτόν:? οὐ γὰρ ἠξίουν ἄνδρα τῆς Ἑλλάδος ἄριστον κεκριμένον καὶ δόξης ἐμπεπληκότα τὴν οἰκουμένην, ἀποστάτῃ βασιλέως, ἀνθρώπῳ βαρβάρῳ, χρῆσαι τὸ σῶμα καὶ τοὔνομα καὶ τὴν δόξαν ἀποδόσθαι χρημάτων, ἔργα μισθοφόρου καὶ ξεναγοῦ διαπραττόμενον. κεἰ γὰρ ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη καὶ πᾶν ὑπὸ τραυμάτων τὸ σῶμα κατακεκομμένος ἐκείνην αὖθις ἀνεδέξατο τὴν καλὴν καὶ περίβλεπτον ἡγεμονίαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, οὐ πάμπαν ἄμεμπτον εἶναι τὴν φιλοτιμίαν:
τοῦ γὰρ καλοῦ καιρὸν οἰκεῖον εἶναι καὶ ὡρ´αν, μᾶλλον δὲ ὅλως τὰ καλὰ τῶν αἰσχρῶν τῷ μετρίῳ διαφέρειν. οὐ μὴν ἐφρόντιζε τούτων ὁ Ἀγησίλαος, οὐδὲ ᾤετο παρ ἀξίαν εἶναι λειτούργημα δημόσιον οὐδέν, ἀλλὰ μᾶλλον ἀνάξιον ἑαυτοῦ τὸ ζῆν ἄπρακτον ἐν τῇ πόλει καὶ καθῆσθαι περιμένοντα τὸν θάνατον, ὅθεν ἀθροίσας μισθοφόρους ἀφ ὧν ὁ Τάχως αὐτῷ χρημάτων ἔπεμψε, καὶ πλοῖα πληρώσας, ἀνήχθη, τριάκοντα συμβούλους ἔχων μεθ ἑαυτοῦ Σπαρτιάτας, ὡς πρότερον.
ἐπεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θεραπεύοντες αὐτόν, ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη καὶ προσδοκία διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ Ἀγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν θέαν.
ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατασκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατακείμενον ἔν τινι πόᾳ παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπῄει, καὶ λέγειν ὅτι τοῦτο ἦν τὸ μυθολογούμενον ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν.
ἔτι δὲ μᾶλλον αὐτὸν τὴν ἀτοπίαν ἐθαύμασαν, ὅτε ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο, καὶ βιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας.
τῇ μέντοι στεφανωτρίδι βύβλῳ φησὶν αὐτὸν ἡσθέντα Θεόφραστος διὰ τὴν λιτότητα καὶ καθαριότητα τῶν στεφάνων αἰτήσασθαι καὶ λαβεῖν, ὅτε ἀπέπλει, παρὰ τοῦ βασιλέως.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기