호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶχεν οὖν υἱὸν ὁ Σφοδρίας Κλεώνυμον, οὗ παιδὸς ὄντος ἔτι καὶ καλοῦ τὴν ὄψιν Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱὸς ἤρα.? καὶ τότε συνηγωνία μὲν ὡς εἰκὸς αὐτῷ κινδυνεύοντι περὶ τὸν πατρός, συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν ἦν γὰρ ὁ Σφοδρίας ἐκ τῶν διαφόρων τοῦ Ἀγησιλάου, τοῦ δὲ Κλεωνύμου προσελθόντος αὐτῷ καὶ μετὰ δεήσεως καὶ δακρύων ἐντυχόντος, ὅπως τὸν Ἀγησίλαον εὔνουν παράσχῃ, μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι, τρεῖς μὲν ἢ τέσσαρας ἡμέρας αἰδούμενος τὸν πατέρα καὶ δεδιὼς σιωπῇ παρηκολούθει: τέλος δὲ τῆς κρίσεως ἐγγὺς οὔσης ἐτόλμησεν εἰπεῖν πρὸς τὸν Ἀγησίλαον ὅτι Κλεώνυμος αὐτοῦ δεηθείη περὶ τοῦ πατρός:
ὁ δὲ Ἀγησίλαος εἰδὼς ἐρῶντα τὸν Ἀρχίδαμον οὐκ ἔπαυσεν ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος.
οὐ μὴν ἐνέδωκέ τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι καὶ πρεπόντως, ἀπῆλθεν. αἰδούμενος οὖν ὁ Ἀρχίδαμος ἐξέλειπε τὸ προσιέναι τῷ Κλεωνύμῳ, καίπερ εἰωθὼς πολλάκις τοῦτο τῆς ἡμέρας ποιεῖν πρότερον.
ἐκ δὲ τούτου κἀκεῖνοι τὰ κατὰ τὸν Σφοδρίαν μᾶλλον ἀπέγνωσαν, ἄχρι οὗ τῶν Ἀγησιλάου φίλων Ἐτυμοκλῆς ἔν τινι κοινολογίᾳ πρὸς αὐτοὺς ἀπεγύμνωσε τὴν γνώμην τοῦ Ἀγησιλάου: τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρατιωτῶν δεομένην. τούτους γὰρ ὁ Ἀγησίλαος ἑκάστοτε τοὺς λόγους ἐποιεῖτο περὶ τῆς δίκης, τῷ παιδὶ χαρίζεσθαι βουλόμενος, ὥστε καὶ τὸν Κλεώνυμον εὐθὺς αἰσθάνεσθαι τὴν σπουδὴν τοῦ Ἀρχιδάμου καὶ τοὺς φίλους τοὺς τοῦ Σφοδρίου θαρροῦντας ἤδη βοηθεῖν.
ἦν δὲ καὶ φιλότεκνος ὁ Ἀγησίλαος διαφερόντως: καὶ περὶ ἐκείνου τὸ τῆς παιδιᾶς λέγουσιν, ὅτι μικροῖς τοῖς παιδίοις οὖσι κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν, ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράσαι, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기