- 텍스트

Plutarch, Agesilaus, chapter 11

(플루타르코스, Agesilaus, chapter 11)

αὐτὸς δὲ τὸν στρατὸν καταστήσας εἰς τὴν ὑπὸ Φαρναβάζῳ τεταγμένην χώραν οὐ μόνον ἐν ἀφθόνοις διῆγε πᾶσιν, ἀλλὰ καί χρήματα συνῆγε πολλά:? καί προελθὼν ἄχρι Παφλαγονίας προσηγάγετο τὸν βασιλέα τῶν Παφλαγόνων, Κότυν, ἐπιθυμήσαντα τῆς φιλίας αὐτὸν δι ἀρετὴν καί πίστιν. ὁ δὲ Σπιθριδάτης, ὡς ἀποστὰς τοῦ Φαρναβάζου τὸ πρῶτον ἦλθε πρὸς τὸν Ἀγησίλαον , ἀεὶ συναπεδήμει καί συνεστράτευεν αὐτῷ, κάλλιστον υἱὸν μὲν ἔχων, Μεγαβάτην, οὗ παιδὸς ὄντος ἤρα σφοδρῶς Ἀγησίλαος, καλὴν δὲ καί θυγατέρα παρθένον ἐν ἡλικίᾳ γάμου, ταύτην ἔπεισε γῆμαι τὸν Κότυν ὁ Ἀγησίλαος:

καί λαβὼν παρ αὐτοῦ χιλίους ἱππεῖς καί δισχιλίους πελταστὰς αὖθις ἀνεχώρησεν εἰς Φρυγίαν, καί κακῶς ἐποίει τὴν Φαρναβάζου χώραν οὐχ ὑπομένοντος οὐδὲ πιστεύοντος τοῖς ἐρύμασιν, ἀλλὰ ἔχων ἀεὶ τὰ πλεῖστα σὺν ἑαυτῷ τῶν τιμίων καί ἀγαπητῶν ἐξεχώρει καί ὑπέφευγεν ἄλλοτε ἀλλαχόσε τῆς χώρας μεθιδρυόμενος, μέχρι οὗ παραφυλάξας αὐτὸν ὁ Σπιθριδάτης καί παραλαβὼν Ἡριππίδαν τὸν Σπαρτιάτην ἔλαβε τὸ στρατόπεδον καί τῶν χρημάτων ἁπάντων ἐκράτησεν.

ἔνθα δὴ πικρὸς ὢν ὁ Ἡριππίδας ἐξεταστὴς τῶν κλαπέντων, καί τοὺς βαρβάρους ἀναγκάζων ἀποτίθεσθαι, καί πάντα ἐφορῶν καί διερευνώμενος, παρώξυνε τὸν Σπιθριδάτην, ὥστε ἀπελθεῖν εὐθὺς εἰς Σάρδεις μετὰ τῶν Παφλαγόνων.

τοῦτο λέγεται τῷ Ἀγησιλάῳ γενέσθαι πάντων ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καί σὺν αὐτῷ δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καί ἀνελευθερίας, ἥς οὐ μόνον αὑτόν, ἀλλὰ καί τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέχειν ἐφιλοτιμεῖτο. χωρὶς δὲ τῶν ἐμφανῶν τούτων ἔκνιζεν αὐτὸν οὐ μετρίως ὁ τοῦ παιδὸς ἔρως ἐνεσταγμένος, εἰ καί πάνυ παρόντος αὐτοῦ τῷ φιλονείκῳ χρώμενος ἐπειρᾶτο νεανικῶς ἀπομάχεσθαι πρὸς τὴν ἐπιθυμίαν.

καί ποτε τοῦ Μεγαβάτου προσιόντος ὡς ἀσπασομένου καί φιλήσοντος ἐξέκλινεν. ἐπεὶ δὲ ἐκεῖνος αἰσχυνθεὶς ἐπαύσατο καί τὸ λοιπὸν ἄπωθεν ἤδη προσηγόρευεν, ἀχθόμενος αὖ πάλιν καί μεταμελόμενος τῇ φυγῇ τοῦ φιλήματος, ὁ Ἀγησίλαος προσεποιεῖτο θαυμάζειν ὅ τι δὴ παθὼν αὐτὸν ὁ Μεγαβάτης ἀπὸ στόματος οὐ φιλοφρονοῖτο.

"σὺ γὰρ αἴτιος. "οὐχ ὑποστάς, ἀλλὰ τρέσας τὸ φίλημα τοῦ καλοῦ καί φοβηθείς: "ἐπεὶ καί νῦν ἂν ἔλθοι σοι πεισθεὶς ἐκεῖνος ἐντὸς φιλήματος: "ἀλλ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις. "δεινὸν πείθειν ὑμᾶς ἐκεῖνον:

"ἐγὼ γάρ μοι δοκῶ τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν μάχεσθαι πάλιν ἢ πάντα ὅσα τεθέαμαι χρυσία μοι γενέσθαι. τοιοῦτος μὲν ἦν τοῦ Μεγαβάτου παρόντος, ἀπελθόντος γε μὴν οὕτω περικαῶς ἔσχεν ὡς χαλεπὸν εἰπεῖν εἰ πάλιν αὖ μεταβαλομένου καὶ φανέντος ἐνεκαρτέρησε μὴ φιληθῆναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION