호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα τοίνυν, ἦν δ’ ἐγώ, δεήσει σε ἐπισκοποῦντα οἳ ἂν μάλιστα τοιοῦτοι ἐν αὐτοῖσ ὦσι καὶ μόνιμοι μὲν ἐν μαθήμασι, μόνιμοι δ’ ἐν πολέμῳ καὶ τοῖσ ἄλλοισ νομίμοισ, τούτουσ αὖ, ἐπειδὰν τὰ τριάκοντα ἔτη ἐκβαίνωσιν, ἐκ τῶν προκρίτων προκρινάμενον εἰσ μείζουσ τε τιμὰσ καθιστάναι καὶ σκοπεῖν, τῇ τοῦ διαλέγεσθαι δυνάμει βασανίζοντα τίσ ὀμμάτων καὶ τῆσ ἄλλησ αἰσθήσεωσ δυνατὸσ μεθιέμενοσ ἐπ’ αὐτὸ τὸ ὂν μετ’ ἀληθείασ ἰέναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기