호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τῶν μὲν ἄλλων ἐλάττων λόγοσ· νευρορράφοι γὰρ φαῦλοι γενόμενοι καὶ διαφθαρέντεσ καὶ προσποιησάμενοι εἶναι μὴ ὄντεσ πόλει οὐδὲν δεινόν, φύλακεσ δὲ νόμων τε καὶ πόλεωσ μὴ ὄντεσ ἀλλὰ δοκοῦντεσ ὁρᾷσ δὴ ὅτι πᾶσαν ἄρδην πόλιν ἀπολλύασιν, καὶ αὖ τοῦ εὖ οἰκεῖν καὶ εὐδαιμονεῖν μόνοι τὸν καιρὸν ἔχουσιν. " εἰ μὲν οὖν ἡμεῖσ μὲν φύλακασ ὡσ ἀληθῶσ ποιοῦμεν ἥκιστα κακούργουσ τῆσ πόλεωσ, ὁ δ’ ἐκεῖνο λέγων γεωργούσ τινασ καὶ ὥσπερ ἐν πανηγύρει ἀλλ’ οὐκ ἐν πόλει ἑστιάτορασ εὐδαίμονασ, ἄλλο ἄν τι ἢ πόλιν λέγοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기