호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δὲ κρίσιν αὐτὴν τοῦ βίου πέρι ὧν λέγομεν, ἐὰν διαστησώμεθα τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, οἱοῖ́ τ’ ἐσόμεθα κρῖναι ὀρθῶσ· εἰ δὲ μή, οὔ. τίσ οὖν δὴ ἡ διάστασισ; ἥδε· μηδὲν ἀφαιρῶμεν μήτε τοῦ ἀδίκου ἀπὸ τῆσ ἀδικίασ, μήτε τοῦ δικαίου ἀπὸ τῆσ δικαιοσύνησ, ἀλλὰ τέλεον ἑκάτερον εἰσ τὸ ἑαυτοῦ ἐπιτήδευμα τιθῶμεν. πρῶτον μὲν οὖν ὁ ἄδικοσ ὥσπερ οἱ δεινοὶ δημιουργοὶ ποιείτω ‐ οἱο͂ν κυβερνήτησ ἄκροσ ἢ ἰατρὸσ τά τε ἀδύνατα ἐν τῇ τέχνῃ καὶ τὰ δυνατὰ διαισθάνεται, καὶ τοῖσ μὲν ἐπιχειρεῖ, τὰ δὲ ἐᾷ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기