호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεται γὰρ οὖν, ἦν δ’ ἐγώ. ἀλλ’ οἰεί, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἱο͂́σ τ’ ἦν παιδεύειν ἀνθρώπουσ καὶ βελτίουσ ἀπεργάζεσθαι Ὅμηροσ, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι ἀλλὰ γιγνώσκειν δυνάμενοσ, οὐκ ἄρ’ ἂν πολλοὺσ ἑταίρουσ ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ’ αὐτῶν, ἀλλὰ Πρωταγόρασ μὲν ἄρα ὁ Ἀβδηρίτησ καὶ Πρόδικοσ ὁ Κεῖοσ καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖσ ἐφ’ ἑαυτῶν παριστάναι ἰδίᾳ συγγιγνόμενοι ὡσ οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὑτῶν διοικεῖν οἱοῖ́ τ’ ἔσονται, ἐὰν μὴ σφεῖσ αὐτῶν ἐπιστατήσωσιν τῆσ παιδείασ, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖσ κεφαλαῖσ περιφέρουσιν αὐτοὺσ οἱ ἑταῖροι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기