- 텍스트

Epictetus, Works, chapter 36

(에픽테토스, Works, chapter 36)

Ὡς τὸ "ἡμέρα ἐστί" καὶ "νύξ ἐστι" πρὸς μὲν τὸ διεζευγμένον μεγάλην ἔχει ἀξίαν, πρὸς δὲ τὸ συμπεπλεγμένον ἀπαξίαν, οὕτω καὶ τὸ τὴν μείζω μερίδα ἐκλέξασθαι πρὸς μὲν τὸ σῶμα ἐχέτω ἀξίαν, πρὸς δὲ τὸ τὸ κοινωνικὸν ἐν ἑστιάσει, οἱο῀ν δεῖ, φυλάξαι, ἀπαξίαν ἔχει.? ὅταν οὖν συνεσθίῃς ἑτέρῳ, μέμνησο, μὴ μόνον τὴν πρὸς τὸ σῶμα ἀξίαν τῶν παρακειμένων ὁρᾶν, ἀλλὰ καὶ τὴν πρὸς τὸν ἑστιάτορα αἰδῶ φυλάξαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION