호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπιλογισμούς.? "ἐὰν ἀμελήσω τᾶν ἐμῶν, οὐχ ἕξω διατροφάς": "ἐὰν μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται. " κρεῖσσον γὰρ λιμῷ ἀποθανεῖν ἄλυπον καὶ ἄφοβον γενόμενον ἢ ζῆν ἐν ἀφθόνοις ταρασσόμενον. κρεῖττον δὲ τὸν παῖδα κακὸν εἶναι ἢ σὲ κακοδαίμονα. ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν.
ἐκχεῖται τὸ ἐλάδιον, κλέπτεται τὸ οἰνάριον: ἐπίλεγε ὅτι "τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία": προῖκα δὲ οὐδὲν περιγίνεται. ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ, ὅτι δύναται μὴ ὑπακοῦσαι καὶ ὑπακούσας μηδὲν ποιῆσαι ὧν θέλεις: ἀλλ οὐχ οὕτως ἐστὶν αὐτῷ καλῶς, ἵνα ἐπ ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기