- 텍스트

Epictetus, Works, chapter 6

(에픽테토스, Works, chapter 6)

Ἐπὶ μηδενὶ ἐπαρθῇς ἀλλοτρίῳ προτερήματι.? εἰ ὁ ἵππος ἐπαιρόμενος ἔλεγεν ὅτι "καλός εἰμι", οἰστὸν ἂν ἦν: σὺ δέ, ὅταν λέγῃς ἐπαιρόμενος ὅτι "ἵππον καλὸν ἔχω", ἴσθι, ὅτι ἐπὶ ἵππου ἀγαθῷ ἐπαίρῃ. τί οὖν ἐστι σόν· χρῆσις φαντασιῶν. ὥσθ, ὅταν ἐν χρήσει φαντασιῶν κατὰ φύσιν σχῇς, τηνικαῦτα ἐπάρθητι: τότε γὰρ ἐπὶ σῷ τινι ἀγαθῷ ἐπαρθήσῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION