호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοισ, δῆλον ὅτι οὔτ’ ἂν τἄλλ’ ἐπέτρεπεν οὔτ’ ἂν ταῦθ’ οὕτω καταλείπων αὐτοῖσ ἔφραζε· μανία γὰρ δεινὴ τὰ κεκρυμμέν’ εἰπεῖν, μηδὲ τῶν φανερῶν μέλλοντ’ ἐπιτρόπουσ καταστήσειν. εἰ δ’ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ’ αὐτοῖσ τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ’ οὐκ ἂν κυρίουσ ἐποίησεν. οὐδ’ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δ’ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ’ ἔδωκεν· οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆσ ἐμῆσ μητρὸσ ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆσ καὶ τῶν χρημάτων κύριον ποιεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기