호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δ’ ἂν ἀκριβέστατα συνθεωρήσαιτε τὸ τοῖσ κειμένοισ νόμοισ πείθεσθαι ἡλίκον ἀγαθόν ἐστιν, καὶ τὸ καταφρονεῖν καὶ τὸ μὴ πειθαρχεῖν αὐτοῖσ ἡλίκον κακόν, εἰ τά τ’ ἐκ τῶν νόμων ἀγαθὰ χωρὶσ καὶ τὰ διὰ τῆσ παρανομίασ συμβαίνοντα πρὸ ὀφθαλμῶν ὑμῖν αὐτοῖσ ποιησάμενοι θεωρήσαιτε. εὑρήσετε γὰρ τὴν μὲν τὰ τῆσ μανίασ καὶ ἀκρασίασ καὶ πλεονεξίασ, τοὺσ δὲ τὰ τῆσ φρονήσεωσ καὶ σωφροσύνησ καὶ δικαιοσύνησ ἔργα διαπραττομένουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기