- 텍스트

Demosthenes, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Β? 22:

(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Β 22:)

ἀλλ ἴσως ὅτι πρὸς ἅπαντας ἀεὶ προαιρεῖται λοιδορεῖσθαι καὶ διαβοᾶσθαι καὶ μέμφεσθαι τὰ λεγόμενα, διὰ ταῦτα περιποιῆσαι νῦν αὐτὸν ἁρμόττει. ἀλλὰ ταῦτά γε νὴ τὴν Ἀθηνᾶν ὄνειδός ἐστιν, ἄνδρες δικασταί, τῇ πόλει γιγνόμεν ἐπὶ τοῦ βήματος, καὶ διὰ τὰς τούτων ἀπονοίας ἐπονείδιστον ἤδη τὸ πολιτεύεσθαι παρὰ τοῖς ἐπιεικέσιν ὑμῶν ἐστιν. εἰ δ οὖν τινι τοῦθ ὑμῶν ἐν ἡδονῇ συμβέβηκεν, οὐκ ἀπορήσετε τῶν τοιαῦτα ποιησόντων, ἐπεὶ καὶ νῦν μεστὸν τὸ βῆμ ἐστίν. οὐ γὰρ ἐπιτιμᾶν τοῖς συμβεβουλευμένοις χαλεπόν, ἀλλὰ συμβουλεῦσαι καὶ πεῖσαί τι τῶν δεόντων ὑμᾶς ψηφίσασθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION