호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶσ οὖν ἐκεῖναι; ὅπου πατήρ ἐστι καὶ υἱεῖσ ἄνδρεσ, τυχὸν δὲ καὶ τούτων παῖδεσ, ἐνταῦθ’ ἀνάγκη πολλὰσ καὶ μηδὲν ὁμοίασ εἶναι βουλήσεισ· οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτ’ ἔργων ἐστὶν ἡ νεότησ τῷ γήρᾳ. ἀλλ’ ὅμωσ οἵ τε νέοι πάνθ’ ὅσ’ ἂν πράττωσιν, ἄνπερ ὦσιν μέτριοι, οὕτω ποιοῦσιν ὥστε μάλιστα μὲν πειρᾶσθαι λανθάνειν, εἰ δὲ μή, φανεροί γ’ εἶναι τοῦτο βουλόμενοι ποιεῖν· οἵ τε πρεσβύτεροι πάλιν, ἂν ἄρ’ ἴδωσιν ἢ δαπάνην ἢ πότον ἢ παιδιὰν πλείω τῆσ μετρίασ, οὕτω ταῦθ’ ὁρῶσιν ὥστε μὴ δοκεῖν ἑορακέναι. ἐκ δὲ τούτων γίγνεταί τε πάνθ’ ἃ φέρουσιν αἱ φύσεισ καὶ καλῶσ γίγνεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기