호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ ὅμοιόν ἐστιν, Ἀριστογεῖτον, οὐδὲ πολλοῦ δεῖ, γράψαντά σε τῶν πολιτῶν τρεῖσ ἀκρίτουσ ἀποκτεῖναι γραφὴν ἁλῶναι παρανόμων καὶ δέον σε τεθνάναι ἐπὶ ταύτῃ τιμήματοσ τυχεῖν, καὶ φίλον ἐγγυησάμενον μὴ δύνασθαι ζημίαν ἀπροσδόκητον ἐνεγκεῖν· οὐχ ὅμοιον, οὔ. ἔπειθ’ ὅτι τὴν κοινὴν φιλανθρωπίαν ἣν ὑμεῖσ ἔχετ’ ἐκ φύσεωσ πρὸσ ἀλλήλουσ οὗτοσ ἀναιρεῖ καὶ διαφθείρει. ὑμεῖσ γάρ, ὦ ἄνδρεσ Ἀθηναῖοι, τῇ τῆσ φύσεωσ πρὸσ ἀλλήλουσ, ὅπερ εἶπον, χρώμενοι φιλανθρωπίᾳ, ὥσπερ αἱ συγγένειαι τὰσ ἰδίασ οἰκοῦσιν οἰκίασ, οὕτω τὴν πόλιν οἰκεῖτε δημοσίᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기