호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ οὖν ὁ τὸν τοιοῦτον σώσων ἢ πονηρὸσ ἢ χρηστόσ; ἢ διὰ τί; τῶν μὲν γὰρ ὁμοίων προδότησ, τῶν δὲ χρηστῶν ἐχθρὸσ ἐκ φύσεωσ καὶ γένουσ· πλὴν εἰ συκοφάντου τισ καὶ πονηροῦ σπέρμα καὶ ῥίζαν, ὡσπερανεὶ γεωργόσ, οἰέται δεῖν ὑπάρχειν τῇ πόλει. τοῦτο δ’ οὐ καλόν, ὦ ἄνδρεσ Ἀθηναῖοι, νομίζω δὲ μὰ τοὺσ θεοὺσ οὐδ’ ὅσιον· οὐδὲ γὰρ τοὺσ προγόνουσ ὑπολαμβάνω τὰ δικαστήρια ταῦθ’ ὑμῖν οἰκοδομῆσαι, ἵνα τοὺσ τοιούτουσ ἐν αὐτοῖσ μοσχεύητε, ἀλλὰ τοὐναντίον ἵν’ ἀνείργητε καὶ κολάζητε καὶ μηδεὶσ ζηλοῖ μηδ’ ἐπιθυμῇ κακίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기