Demosthenes, Speeches 21-30, Κατὰ Ἀριστογείτονοσ Α 39:

(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονοσ Α 39:)

τίσ ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν ἢ τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίσ οὐκ ἂν εἰσ ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδ’ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ ἀπονοίασ, ὦ ἄνδρεσ Ἀθηναῖοι, τοὺσ ὑπὲρ πατρίδοσ βουλευομένουσ δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίασ πολλῆσ. ταῦτα μὲν γὰρ εἰσ εὐδαιμονίαν ἄγει πάντασ ἀνθρώπουσ, ἐκείνη δ’ οἷ τοῦτον ἀπελθεῖν δεῖ.

SEARCH

MENU NAVIGATION