호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲ γὰρ αὖ τοῦτ’ ἔστιν εἰπεῖν, ὡσ ἄρ’ ἐκ τούτων οὐδὲν ἡ πόλισ βλάπτεται. ἐγὼ γάρ, ὅτι μὲν πάντ’ ἀπόλλυται τὰ τῆσ πόλεωσ ὀφλήματα, εἰ τὰ τούτου σοφίσματα προσδέξεσθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινασ ἐκ τῶν ὀφειλόντων ἀφιέναι, τοὺσ ἐπιεικεστάτουσ καὶ βελτίστουσ καὶ τοὺσ ἐπὶ τοῖσ ἥκιστα δεινοῖσ ὠφληκότασ, τούτουσ ἀφιέναι δεῖ, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖσθ’ ἡμαρτηκότα καὶ δικαιότατ’ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοισ τί γὰρ ἂν γένοιτο συκοφαντίασ καὶ παρανομίασ δεινότερον, ἐφ’ οἷσ ἀμφοτέροισ οὗτοσ ὤφληκεν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기