호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὲ τοῦ πᾶσι συμφέροντοσ εἵνεκα ταῦτα νομοθετῆσαι φήσεισ, μὴ λέγε τὴν ἔκτισιν τὴν τούτων· οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε· ἀλλ’ ὡσ ἐπιτήδειόσ ἐστιν καὶ καλῶσ ἔχων ὁ νόμοσ, τοῦτο δίδασκε. τοῦτο γάρ ἐσθ’ ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄσ, ἐγὼ δὲ γέγραμμαι τἀναντία φάσκων, κρῖναι δὲ προσήκει τουτουσί. καίτοι καὶ τοῦτ’ οὐκ ἀπορήσαιμ’ ἂν δεῖξαι, πάντα μᾶλλον ἢ κατὰ τοὺσ νόμουσ πεποιημένουσ τὴν ἔκτισιν ἐκείνουσ τὴν τῶν χρημάτων· ἀλλὰ μὴ περὶ τούτων ὑμῶν οἰσόντων τὴν ψῆφον, τί δεῖ ταῦτα λέγοντ’ ἐνοχλεῖν με νυνί;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기