호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὑρ́οι γὰρ ἂν ὡσ ἀληθῶσ τοῦτο προχειρότατον, ὅτι τῶν μὲν ἐν ταῖσ ὀλιγαρχίαισ ἕκαστοσ καὶ τὰ πεπραγμένα λῦσαι καὶ περὶ τῶν μελλόντων ἃν αὐτῷ δοκῇ προστάξαι κύριόσ ἐστιν, οἱ δὲ νόμοι περὶ τῶν μελλόντων ἃ χρὴ γίγνεσθαι φράζουσιν, μετὰ τοῦ πεῖσαι τεθέντεσ ὡσ συνοίσουσι τοῖσ χρωμένοισ. Τιμοκράτησ τοίνυν ἐν δημοκρατουμένῃ τῇ πόλει νομοθετῶν τὴν ἐκ τῆσ ὀλιγαρχίασ ἀδικίαν εἰσ τὸν αὑτοῦ νόμον μετήνεγκεν, καὶ περὶ τῶν παρεληλυθότων αὑτὸν κυριώτερον τῶν καταγνόντων δικαστῶν ἠξίωσε ποιῆσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기