호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπίσχεσ· αὐτίκα γὰρ καθ’ ἕκαστον ἀναγνώσει. τουτὶ πάντων, ὦ ἄνδρεσ δικασταί, τῶν γεγραμμένων ἐν τῷ νόμῳ σχεδόν ἐστι δεινότατον. οἶμαι γὰρ οὐδὲ ἕν’ ἀνθρώπων ἄλλον τολμῆσαι, νόμον εἰσφέροντ’ ἐπὶ τῷ χρῆσθαι τοὺσ πολίτασ αὐτῷ, τὰσ κατὰ τοὺσ πρότερον κυρίουσ νόμουσ κρίσεισ γεγενημένασ ἐπιχειρῆσαι λύειν. τοῦτο τοίνυν οὑτοσὶ Τιμοκράτησ ἀναιδῶσ καὶ οὐδ’ ἀποκρυψάμενοσ πεποίηκεν, γράψασ διαρρήδην καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기