호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν οὐδ’ ἐκεῖνό γ’ ἂν εἴποισ, ὡσ ὅσοισ δεσμοῦ προστιμᾶται, τούτων μάλιστ’ ἢ τὰ μέγιστ’ ἀδικοῦσιν οἱ τελῶναι, ὥστε μόνοισ αὐτοῖσ μὴ μεταδοῦναι τοῦ νόμου. πολὺ γὰρ δήπου μᾶλλον οἱ προδιδόντεσ τι τῶν κοινῶν, οἱ τοὺσ γονέασ κακοῦντεσ, οἱ μὴ καθαρὰσ τὰσ χεῖρασ ἔχοντεσ, εἰσιόντεσ δ’ εἰσ τὴν ἀγοράν, ἀδικοῦσιν. οἷσ ἅπασιν οἱ μὲν ὑπάρχοντεσ νόμοι δεσμὸν προλέγουσιν, ὁ δὲ σὸσ λελύσθαι δίδωσιν. ἀλλ’ ἐνταῦθα πάλιν καταμηνύεισ ὑπὲρ ὧν ἐτίθεισ· διὰ γὰρ τὸ μὴ τελωνήσαντασ ὀφείλειν αὐτούσ, ἀλλὰ κλέψαντασ, μᾶλλον δ’ ἁρπάσαντασ τὰ χρήματα, διὰ τοῦτ’ οὐκ ἐφρόντισασ, οἶμαι, τῶν τελωνῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기