호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ τελευταῖον δὲ νῦν, ἐπειδὴ Κερσοβλέπτην ἠξίουν ὧν αὐτοῖσ ἐδόκει, καὶ περὶ τούτων ἦν ἡ σπουδή, προστιθέασιν δύ’ αὐτῷ, τὸν μὲν ὅσ’ ὑμεῖσ ἀκηκόατ’ εἰργασμένον κακά, τὸν δ’ ὅλωσ οὐδεὶσ οἶδεν ἀνθρώπων τίσ ἐστιν, Εὐδέρκην ὄνομα. τοιγάρτοι διὰ ταῦτ’, ὦ ἄνδρεσ Ἀθηναῖοι, μικρά, ἃ πρὸ τοῦ μεγάλ’ ἦν, φαίνεται, καὶ τὸ πρᾶγμ’ ἤδη καὶ πορρωτέρω βαδίζει καὶ οὐκέτι ταῦτ’ ἀπόχρη, ἀλλ’ εἰ μὴ καὶ φυλάξεθ’ ἕκαστον τούτων, ἐκείνων γ’ οὐδεμία χάρισ, ὡσ ἐοίκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기