호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ ταῦτα τοίνυν, ἐπειδὴ Κηφισόδοτοσ μὲν ἀπηλλάγη τοῦ στρατηγεῖν, ὑμῖν δ’ οὐκ ἐδόκουν καλῶσ ἔχειν οὐδὲ δικαίωσ αἱ πρὸσ ἐκεῖνον γραφεῖσαι συνθῆκαι, τὸν μὲν Μιλτοκύθην, τὸν διὰ παντὸσ εὔνουν ὑμῖν τοῦ χρόνου, λαβὼν προδοθένθ’ ὑπὸ τοῦ Σμικυθίωνοσ ὁ χρηστὸσ οὗτοσ Χαρίδημοσ, οὐκ ὄντοσ νομίμου τοῖσ Θρᾳξὶν ἀλλήλουσ ἀποκτιννύναι, γνοὺσ ὅτι σωθήσεται πρὸσ Κερσοβλέπτην ἂν ἀχθῇ, παραδίδωσι Καρδιανοῖσ τοῖσ ὑμετέροισ ἐχθροῖσ. κἀκεῖνοι λαβόντεσ καὶ αὐτὸν καὶ τὸν υἱόν, ἀναγαγόντεσ εἰσ τὸ πέλαγοσ ἐν πλοίῳ, τὸν μὲν υἱὸν ἀπέσφαξαν, ἐκεῖνον δ’ ἐπιδόντα τὸν υἱὸν ἀποσφαττόμενον κατεπόντισαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기