Demosthenes, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 235:

(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 235:)

ἐνταῦθα δ’ ἐλθόντων ἡμῶν καὶ πολιορκούντων τούτουσ, πορευθεὶσ διὰ Χερρονήσου πάσησ τῆσ ὑμετέρασ ἡμῖν μὲν προσέβαλλεν, ἐβοήθει δὲ τοῖσ λῃσταῖσ καὶ καταποντισταῖσ. καὶ πρότερον προσκαθήμενοσ τὸν ὑμέτερον στρατηγὸν ἔπεισε καὶ ἠνάγκασε μὴ τὰ βέλτισθ’ ὑπὲρ ὑμῶν πράττειν, ἢ αὐτὸσ ὑπὸ τούτου ἐπείσθη ὧν ὡμολογήκει καὶ ὑπέσχητό τι πρᾶξαι, καὶ γράφει δὴ τὰσ συνθήκασ ταύτασ τὰσ πρὸσ Κηφισόδοτον, ἐφ’ αἷσ ὑμεῖσ οὕτωσ ἠγανακτήσατε καὶ χαλεπῶσ ἠνέγκατε, ὥστ’ ἀπεχειροτονήσατε μὲν τὸν στρατηγόν, πέντε ταλάντοισ δ’ ἐζημιώσατε, τρεῖσ δὲ μόναι ψῆφοι διήνεγκαν τὸ μὴ θανάτου τιμῆσαι.

SEARCH

MENU NAVIGATION