호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ τοίνυν ἐκ τούτων πω δῆλόν ἐσθ’, οὕτω σαφῶσ δῆλον ὄν, ὡσ οὐδὲν πιστόν ἐσθ’ ὧν ἐκεῖνόσ φησιν προσποιεῖται τῇ πόλει προσέχειν, ἀλλ’ ἐκ τῶν μετὰ ταῦτα συμβάντων ἔσται φανερώτερον. τὸν μὲν γὰρ Κότυν, εὖ ποιῶν, ὄντα γ’ ἐχθρὸν ὑμῖν καὶ πονηρὸν ἀποκτίννυσιν ὁ Πύθων, ὁ δὲ Κερσοβλέπτησ ὁ νυνὶ βασιλεύων μειρακύλλιον ἦν καὶ πάντεσ οἱ τοῦ Κότυοσ παῖδεσ, τῶν δὲ πραγμάτων κύριοσ διὰ τὴν παρουσίαν καὶ τὸ δύναμιν ἔχειν ὁ Χαρίδημοσ ἐγεγόνει, ἧκε δὲ Κηφισόδοτοσ στρατηγῶν, πρὸσ ὃν αὐτὸσ ἔπεμψε τὴν ἐπιστολὴν ἐκείνην, καὶ αἱ τριήρεισ, αἵ, ὅτ’ ἦν ἄδηλα τὰ τῆσ σωτηρίασ αὐτῷ, καὶ μὴ συγχωροῦντοσ Ἀρταβάζου σῴζειν ἔμελλον αὐτόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기