호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅσα μὲν δὴ στρατιώτησ ὢν ἐν σφενδονήτου καὶ ψιλοῦ μέρει τὸ ἀπ’ ἀρχῆσ ἐναντί’ ἐστράτευται τῇ πόλει, οὐ τίθημ’ ἐν ἀδικήματοσ μέρει, οὐδ’ ὅτι λῃστικόν ποτε πλοῖον ἔχων ἐλῄζετο τοὺσ ὑμετέρουσ συμμάχουσ, ἀλλ’ ἐῶ ταῦτα. διὰ τί; ὅτι, ὦ ἄνδρεσ Ἀθηναῖοι, αἱ ἀναγκαῖαι χρεῖαι τοὺσ τοῦ τί πρακτέον ἢ μὴ λογισμοὺσ ἀναιροῦσιν ἅπαντασ, ὥστ’ οὐ πάνυ ταῦτ’ ἀκριβολογεῖσθαι δεῖ τὸν δικαίωσ ἐξετάζοντα. ἀλλ’ ὅθεν ἀρξάμενοσ ξεναγῶν ἤδη καί τινων ἄρχων στρατιωτῶν κακῶσ ὑμᾶσ ἐποίει, ταῦτ’ ἀκούσατέ μου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기