호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ γάρ ἐστί τῳ δοτέον τι τοιοῦτον, ὡσ ἔγωγ’ οὔ φημι, πρῶτον μὲν τῷ μηδὲν ἠδικηκότι πώποτε, δεύτερον δὲ μηδ’ ἂν ἀδικεῖν βούληται δυνησομένῳ, ἔπειθ’ ὡσ ἀληθῶσ ὅστισ ἅπασιν ἀνθρώποισ ἔσται φανερὸσ ὑπὲρ τοῦ μή <τι> παθεῖν ταῦθ’ εὑρισκόμενοσ, καὶ οὐκ ἐπὶ τῷ ποιεῖν μετ’ ἀδείασ ἑτέρουσ κακῶσ, τούτῳ δοτέον. ὅτι μὲν τοίνυν ὁ Χαρίδημοσ οὔτε τῶν ἀναμαρτήτων ἐστὶ πρὸσ ὑμᾶσ οὔτε τῶν ἵνα μή τι πάθῃ ταῦθ’ εὑρισκομένων, ἐάσω· ἀλλ’ ὡσ οὐδὲ πιστὸσ εἰσ τὸν ἔπειτα χρόνον, ἀκούσατέ μου, καὶ σκοπεῖτε, ἂν ὑμῖν ὀρθῶσ ἐξετάζειν δοκῶ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기