호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρά γ’ ὁρᾶτε καὶ καταμανθάνετ’, ὦ ἄνδρεσ Ἀθηναῖοι, ἐφ’ ἑκάστου τούτων ἡλίκην ἂν ὠφληκότεσ ἦτε παράνοιαν, εἴ τι τοιοῦτον ἐτυγχάνετ’ ἐψηφισμένοι; ἔστι γὰρ οὐχ ὑγιαινόντων, οἶμαι, ἀνθρώπων, οὔθ’ ὅταν τιν’ ὑπειλήφωσι φίλον, οὕτω πιστεύειν ὥστε, ἂν ἀδικεῖν ἐπιχειρῇ, τὸ ἀμύνασθαι σφῶν αὐτῶν ἀφελέσθαι, οὔθ’ ὅταν ἐχθρόν τιν’ ἡγῶνται, οὕτωσ αὖ μισεῖν ὥστε, ἂν παυσάμενοσ βούληται φίλοσ εἶναι, τὸ ποιεῖν ἐξεῖναι ταῦτα κωλῦσαι· ἀλλ’ ἄχρι τούτου καὶ φιλεῖν, οἶμαι, χρὴ καὶ μισεῖν, μηδετέρου τὸν καιρὸν ὑπερβάλλοντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기