호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τί δεῖ Φίλιππον λέγειν ἤ τιν’ ἄλλον; ἀλλ’ ὁ πατὴρ αὐτὸσ ὁ Κερσοβλέπτου Κότυσ, ἡνίκα μὲν στασιάζοι πρόσ τινασ, πρέσβεισ πέμπων ἅπαντα ποιεῖν ἕτοιμοσ ἦν, καὶ τότ’ ᾐσθάνετο ὡσ ἀλυσιτελὲσ τὸ τῇ πόλει πολεμεῖν· ἐπειδὴ δ’ ὑφ’ αὑτῷ τὴν Θρᾴκην ἔχοι, κατελάμβανε τὰσ πόλεισ, ἠδίκει, μεθύων ἐπαρῴνει μάλιστα μὲν εἰσ αὑτόν, εἶτα καὶ εἰσ ἡμᾶσ, τὴν χώραν ἐποιεῖθ’ ἑαυτοῦ, τὸ πρᾶγμ’ ἀμήχανον ἦν. τῶν γὰρ ὑπὲρ τοῦ πλεονεκτεῖν ἐπιχειρούντων οἷσ οὐ χρὴ οὐ τὰ δυσχερέσταθ’ ἕκαστοσ εἰώθε λογίζεσθαι, ἀλλ’ ἃ κατορθώσασ διαπράξεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기