호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ, φησίν. πρῶτον μὲν δὴ τοῦτο προσγράψας τὸ βιαίως, σύμβολον πεποίηκεν ᾧ γιγνώσκομεν ὅτι, ἂν ἀδίκως, λέγει. ὑπὲρ τούτου φησὶ τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἑώς ἂν ἢ δίκας τοῦ φόνου ὑπόσχωσιν ἢ τοὺς ἀποκτείναντας ἐκδῶσιν. σκοπεῖσθ ὡς καλῶς. πρότερον μὲν ὑποσχεῖν δίκας ἀξιοῖ, μετὰ ταῦτα δέ, ἂν τοῦτο μὴ βούλωνται, προσέταξεν ἐκδοῦναι: ἐὰν δὲ μηδέτερον τούτων ἐθέλωσι, τὸ ἀνδρολήψιόν φησιν εἶναι μέχρι τριῶν, πλέον δὲ μή. παρὰ τοίνυν ὅλον τοῦτον τὸν νόμον εἴρηται τὸ ψήφισμα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기