호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅ τι δὴ βούλεσθε, ὁρᾶτε, ἵνα τοῦτο λέγω πρῶτον ὑμῖν. περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. ἃ δὴ δέομαι καὶ ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥσ γ’ ἐμαυτὸν πείθω· μηδεὶσ ὑμῶν, ὦ ἄνδρεσ Ἀθηναῖοι, τῷ διεψεῦσθαι τοῦ Χαριδήμου καὶ νομίζειν εὐεργέτην εἶναι φιλονικῶν δυσχερέστερον τοὺσ περὶ τῶν νόμων λόγουσ ἀκούσῃ μου, μηδ’ ἀποστερήσῃ διὰ τοῦτο μήθ’ ἑαυτὸν τοῦ θέσθαι τὴν ψῆφον εὐόρκον μήτ’ ἐμὲ τοῦ διδάξαι περὶ πάντων ὑμᾶσ ὡσ βούλομαι. ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί· καὶ σκοπεῖσθ’ ὡσ δίκαι’ ἐρῶ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기