- 텍스트

Demosthenes, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων? 83:

(데모스테네스, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων 83:)

βούλεσθ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω· ὅτι τῶν μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται: δι ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων. ἀλλὰ τοῦτ αἴτιον οὑγὼ λέγω. τῶν μὲν οἶδεν ἑαυτὸν ὄντα, τῶν ἀδικούντων, ὑμᾶς δ οὐδενὸς ἀξίους ἡγήσατο: διὸ τοῦτον ἐχρήσατο τὸν τρόπον ὑμῖν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION