- 텍스트

Demosthenes, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων? 67:

(데모스테네스, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων 67:)

καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἰέσθ ὁπότ ἄνθρωπος πένης ἢ καὶ πλούσιος, πολλὰ δ ἀνηλωκὼς καί τιν ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, ἢ τέγος ὡς τοὺς γείτονας ὑπερβαίνοι, ἢ ὑποδύοιθ ὑπὸ κλίνην ὑπὲρ τοῦ μὴ τὸ σῶμ ἁλοὺς εἰς τὸ δεσμωτήριον ἕλκεσθαι, ἢ ἄλλ ἀσχημονοίη ἃ δούλων, οὐκ ἐλευθέρων ἐστὶν ἔργα, καὶ ταῦθ ὑπὸ τῆς αὑτοῦ γυναικὸς ὁρῷτο ποιῶν, ἣν ὡς ἐλεύθερος ἠγγυήσατο καὶ τῆς πόλεως πολίτης, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἰή, ὃν οὐδ ὑπὲρ αὑτοῦ δίκην λαμβάνειν ἐᾷ τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γ ὑπὲρ τῆς πόλεως·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION