호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι μὲν τοίνυν τῆσ ὅπου βούλεσθ’ ὀλιγαρχίασ οὗτοσ ἀσελγέστεροσ γέγονεν, παραλείψω. ἀλλὰ παρ’ ἡμῖν πότε πώποτε δεινότατ’ ἐν τῇ πόλει γέγονεν; ἐπὶ τῶν τριάκοντα, πάντεσ ἂν εἴποιτε. τότε τοίνυν, ὡσ ἔστιν ἀκούειν, οὐδεὶσ ἔστιν ὅστισ ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστισ ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλὰ τοῦτο κατηγοροῦμεν τῶν τριάκοντα, ὅτι τοὺσ ἐκ τῆσ ἀγορᾶσ ἀδίκωσ ἀπῆγον. οὗτοσ τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσατ’ ἐκείνων τῆσ αὑτοῦ βδελυρίασ ὥστ’ ἐν δημοκρατίᾳ πολιτευόμενοσ τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστη, τοὺσ ἕνδεκ’ ἄγων ἐπὶ τὰσ οἰκίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기