- 텍스트

Demosthenes, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων? 40:

(데모스테네스, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων 40:)

πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπ αὐτῶν ὑπαχθέντ ἐξαμαρτεῖν, κἀκείνους ἤτοι καταλῦσαί γ ἂν πειρᾶσθαι τὸ παράπαν τὸν δῆμον ἐν γὰρ ταῖς ὀλιγαρχίαις, οὐδ ἂν ὦσιν ἔτ Ἀνδροτίωνός τινες αἴσχιον βεβιωκότες, οὐκ ἔστι λέγειν κακῶς τοὺς ἄρχοντας, ἢ προάγειν ἂν ὡς πονηροτάτους εἶναι, ἵν ὡς ὁμοιότατοι σφίσιν ὦσι. τὴν οὖν ἀρχὴν τοῖς τοιούτοις ἀπεῖπε μὴ μετέχειν τοῦ συμβουλεύειν, ἵνα μὴ φενακισθεὶς ὁ δῆμος ἐξαμάρτοι μηδέν. ὧν ὀλιγωρήσας ὁ καλὸς κἀγαθὸς οὗτος οὐ μόνον ᾤετο δεῖν λέγειν καὶ γράφειν οὐκ ἐξόν, ἀλλὰ καὶ παρὰ τοὺς νόμους ταῦτα ποιεῖν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION