호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦθ’ ὡσ μὲν οὐ παρὰ τὸν νόμον ἐστίν, οὔτ’ ἂν οὗτοσ ἔχοι λέγειν οὔθ’ ὑμεῖσ πεισθείητε· ἀκούω δ’ αὐτὸν τοιοῦτον ἐρεῖν τιν’ ἐν ὑμῖν λόγον, ὡσ οὐχ ἡ βουλὴ γέγον’ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰσ ναῦσ, ἀλλ’ ὁ τῶν τριηροποιικῶν ταμίασ ἀποδρὰσ ᾤχετ’ ἔχων πένθ’ ἡμιτάλαντα, καὶ τὸ πρᾶγμ’ ἀτύχημα συμβέβηκεν. ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω, εἰ στεφανοῦν ἐπὶ τοῖσ ἠτυχημένοισ ἠξίου τὴν βουλήν· τῶν κατορθουμένων γὰρ ἔγωγ’ ἡγούμην ἔργων τὰσ τοιαύτασ ὡρίσθαι τιμάσ· ἔπειτα δὲ κἀκεῖν’ ἔτι βούλομαι φράσαι πρὸσ ὑμᾶσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기